Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 41.1 | Dem. 41.4 (English) | >>Dem. 41.6 |
41.2νῦν δʼ ὅσῳ πραότερον ἐγὼ καὶ φιλανθρωπότερον τούτῳ διελεγόμην , τοσούτῳ μᾶλλόν μου κατεφρόνει . καὶ νῦν κινδυνεύω μὲν οὐδὲν ὁμοίως τούτῳ πρὸς τουτονὶ τὸν ἀγῶνʼ ἔχειν , ἀλλʼ οὗτος μὲν ῥᾳδίως φέρει πολλάκις εἰθισμένος ἐνταῦθʼ εἰς ὑμᾶς παριέναι , ἐγὼ δʼ αὐτὸ τοῦτο φοβοῦμαι , μὴ διὰ τὴν ἀπειρίαν οὐ δυνηθῶ δηλῶσαι περὶ τῶν πραγμάτων ὑμῖν · ὅμως δʼ , ὦ ἄνδρες δικασταί , προσέχετε τὸν νοῦν .
Πολύευκτος γὰρ ἦν τις Θριάσιος , ὃν ἴσως οὐδʼ ὑμῶν τινες ἀγνοοῦσιν . οὗτος ὁ Πολύευκτος , ἐπειδὴ οὐκ ἦσαν αὐτῷ παῖδες ἄρρενες , ποιεῖται Λεωκράτη τὸν ἀδελφὸν τῆς ἑαυτοῦ γυναικός . οὐσῶν δʼ αὐτῷ δύο θυγατέρων ἐκ τῆς τοῦ Λεωκράτους ἀδελφῆς , τὴν μὲν πρεσβυτέραν ἐμοὶ δίδωσιν καὶ τετταράκοντα μνᾶς προῖκα , τὴν δὲ νεωτέραν τῷ Λεωκράτει .
41.4τούτων δʼ οὕτως ἐχόντων , διαφορᾶς γενομένης τῷ Πολυεύκτῳ πρὸς τὸν Λεωκράτη , περὶ ἧς οὐκ οἶδʼ ὅ τι δεῖ λέγειν , ἀφελόμενος ὁ Πολύευκτος τὴν θυγατέρα δίδωσι Σπουδίᾳ τουτῳί . μετὰ δὲ ταῦτʼ ἠγανάκτει <θʼ > ὁ Λεωκράτης , καὶ δίκας ἐλάγχανε Πολυεύκτῳ καὶ τουτῳὶ Σπουδίᾳ , καὶ περὶ πάντων ἠναγκάζοντʼ εἰς λόγον καθίστασθαι . καὶ τὸ τελευταῖον διελύθησαν , ἐφʼ ᾧτε κομισάμενον τὸν Λεωκράτην ἅπερ ἦν εἰς τὴν οὐσίαν εἰσενηνεγμένος , μήτε κακόνουν εἶναι τῷ Πολυεύκτῳ , τῶν τε πρὸς ἀλλήλους ἐγκλημάτων ἀπηλλάχθαι πάντων .
41.3
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 41.1 | Dem. 41.4 (English) | >>Dem. 41.6 |